Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ
  2. τίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκα
  3. λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
  4. Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους.
Χορός
  1. οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
  2. ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ.
Θησεύς
  1. ---
  2. παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
  3. οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
  4. οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.
  5. οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
  6. συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας
  7. πατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμως