Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
  2. ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων
  3. διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
  4. Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
  5. ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.
  6. τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον,
  7. παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
  8. ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις
  9. Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
  10. ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων