Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·
  2. πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ·
  3. ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις
  4. ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
  5. ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
  6. ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην
  7. ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
  8. ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους
  9. Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
  10. κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;