Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
  2. ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
  3. φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν;
  4. κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι,
  5. γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι·
  6. Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε
  7. δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται;
  8. κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
  9. αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς
  10. ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.