Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.
- ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις
- πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
- ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
- πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼν
- μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
- ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.
- ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους
- ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
- Ζεὺς δʼ — ὅστις ὁ Ζεύς — πολέμιόν μʼ ἐγείνατο