Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν.
- ὦ τέκνον· πάρες ἀπʼ ὀμμάτων
- πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον.
- βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί,
- ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ
- γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε
- δάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά-
- σχεθε λέοντος ἀγρίου θυμόν, ὡς
- βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ,
- κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.
- εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας
- αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.
- οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος,
- ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
- τί μοι προσείων χεῖρα σημαίνεις φόνον;
- ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων;
- οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς·
- καὶ γάρ ποτʼ εὐτύχησα. ἐκεῖσʼ ἀνοιστέον,
- ὅτʼ ἐξέσῳσάς μʼ ἐς φάος νεκρῶν πάρα.
- χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων,