Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τεκόμενος δʼ ἔκανε, φόνιον αἷμα τλάς.
Θησεύς
  1. εὔφημα φώνει.
Ἀμφιτρύων
  1. βουλομένοισιν ἐπαγγέλλῃ.
Θησεύς
  1. ὦ δεινὰ λέξας.
Ἀμφιτρύων
  1. οἰχόμεθʼ οἰχόμεθα πτανοί.
Θησεύς
  1. τί φῄς; τί δράσας;
Ἀμφιτρύων
  1. μαινομένῳ πιτύλῳ πλαγχθεὶς
  2. ἑκατογκεφάλου τε βαφαῖς ὕδρας.
Θησεύς
  1. Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον;
Ἀμφιτρύων
  1. ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶ
  2. δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
  3. σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
Θησεύς
  1. φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;
Ἀμφιτρύων
  1. οὐκ ἂν εἰδείης ἕτερον
  2. πολυμοχθότερον πολυπλαγκτότερόν
  3. τε θνατῶν.
Θησεύς
  1. τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
Ἀμφιτρύων
  1. αἰδόμενος τὸ σὸν ὄμμα
  2. καὶ φιλίαν ὁμόφυλον
  3. αἷμά τε παιδοφόνον.