Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς;
Ἀμφιτρύων
  1. μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
Ἡρακλῆς
  1. αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.
Ἀμφιτρύων
  1. τούτων ἕκατι σὰς καταστένω τύχας.
Ἡρακλῆς
  1. ἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν;
Ἀμφιτρύων
  1. οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.
Ἡρακλῆς
  1. ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
Ἀμφιτρύων
  1. ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.
Ἡρακλῆς
  1. οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
  2. τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
  3. κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
  4. ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
  5. τέκνοις δικαστὴς αἵματος γενήσομαι;