Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα.
Ἡρακλῆς
  1. ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;
Ἀμφιτρύων
  1. ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε;
Ἡρακλῆς
  1. ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
Ἀμφιτρύων
  1. τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
Ἡρακλῆς
  1. ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.
Ἀμφιτρύων
  1. ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
Ἡρακλῆς
  1. οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας;
Ἀμφιτρύων
  1. ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.
Ἡρακλῆς
  1. τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε;
Ἀμφιτρύων
  1. σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.
Ἡρακλῆς
  1. τί φῄς; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ.
Ἀμφιτρύων
  1. μανείς· ἐρωτᾷς δʼ ἄθλιʼ ἑρμηνεύματα.