Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί,
- δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου;
- ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτων
- Θησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός.
- ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος
- ἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν.
- οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
- εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
- φέρʼ --- ἄν τι κρατὶ περιβάλω σκότον.
- αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς·
- καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν
- οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
- ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰς