Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
Ἀμφιτρύων
  1. ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
Ἡρακλῆς
  1. πράσσω δʼ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;
Ἀμφιτρύων
  1. ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.
Ἡρακλῆς
  1. μέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις.
Ἀμφιτρύων
  1. ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
Ἡρακλῆς
  1. εἴπʼ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ.
Ἀμφιτρύων
  1. εἰ μηκέθʼ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.
Ἡρακλῆς
  1. παπαῖ, τόδʼ ὡς ὕποπτον ᾐνίξω πάλιν.
Ἀμφιτρύων
  1. καί σʼ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.
Ἡρακλῆς
  1. οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.
Ἀμφιτρύων
  1. λύσω, γέροντες, δεσμὰ παιδός; ἢ τί δρῶ;
Ἡρακλῆς
  1. καὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ.