Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν
  2. ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο.
  3. οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
  4. Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν;
  5. ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον
  6. Πλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
  7. ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ;
  8. ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
  9. δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
  10. σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
Ἀμφιτρύων
  1. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
Χορός
  1. κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
Ἡρακλῆς
  1. πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,