Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότως
- τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες;
- ἔα·
- ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ,
- αἰθέρα τε καὶ γῆν τόξα θʼ Ἡλίου τάδε ---
- ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
- πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω
- μετάρσιʼ, οὐ βέβαια, πνευμόνων ἄπο.
- ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
- νεανίαν θώρακα καὶ βραχίονα,
- πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι
- ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
- πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ,