Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
  2. νεανίαν θώρακα καὶ βραχίονα,
  3. πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι
  4. ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
  5. πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ,
  6. ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν
  7. ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο.
  8. οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
  9. Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν;
  10. ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον