Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Πλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
- ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ;
- ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
- δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
- σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
- γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
- κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
- πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,
- τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
- ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.