Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἢ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν
- ἀνʼ αὖ βακχεύσει Καδμείων πόλιν.
- ὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότως
- τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες;
- ἔα·
- ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ,
- αἰθέρα τε καὶ γῆν τόξα θʼ Ἡλίου τάδε ---
- ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
- πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω
- μετάρσιʼ, οὐ βέβαια, πνευμόνων ἄπο.