Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
  2. φεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα,
  3. πρὸς δὲ κακοῖς κακὰ μήσεται
  4. πρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει.
Χορός
  1. τότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷ
  2. φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας
  3. Ταφίων περίκλυστον ἄστυ πέρσας.
Ἀμφιτρύων
  1. φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων
  2. διώκετε· φεύγετε μάργον
  3. ἄνδρʼ ἐπεγειρόμενον.