Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω;
  2. —φεῦ φεῦ·
  3. ἴδεσθε, διάνδιχα κλῇθρα
  4. κλίνεται ὑψιπύλων δόμων.
  5. —ἰώ μοι·
  6. ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
  7. ἄθλια κείμενα δυστάνου,
  8. εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.
  9. —περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων
  10. ἐρείσμαθʼ Ἡράκλειον
  11. ἀμφὶ δέμας τάδε λαΐνοις
  12. ἀνημμένα κίοσιν οἴκων.
Χορός
  1. —ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένων