Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κλίνεται ὑψιπύλων δόμων.
  2. —ἰώ μοι·
  3. ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
  4. ἄθλια κείμενα δυστάνου,
  5. εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.
  6. —περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων
  7. ἐρείσμαθʼ Ἡράκλειον
  8. ἀμφὶ δέμας τάδε λαΐνοις
  9. ἀνημμένα κίοσιν οἴκων.
Χορός
  1. —ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένων
  2. ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ
  3. πικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε.
Ἀμφιτρύων
  1. Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
  2. γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ-
  3. λαθέσθαι κακῶν;
Χορός
  1. κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
  2. τέκεα καὶ τὸ καλλίνικον κάρα.
Ἀμφιτρύων
  1. ἑκαστέρω πρόβατε, μὴ
  2. κτυπεῖτε, μὴ βοᾶτε, μὴ
  3. τὸν εὔδιʼ ἰαύονθʼ