The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.
  2. τί ποτʼ αἰθερίαν ἕστηκε πέτραν,
  3. ἣ τῶνδε δόμων ὑπερακρίζει,
  4. τήνδʼ ἐμβαίνουσα κέλευθον;
Εὐάδνη
  1. τί φέγγος, τίνʼ αἴγλαν
  2. ἐδίφρευε τόθʼ ἅλιος
  3. σελάνα τε κατʼ αἰθέρα,
  4. λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι,
  5. ἱππεύουσι διʼ ὀρφναίας,
  6. ἁνίκα γάμων γάμων
  7. τῶν ἐμῶν πόλις Ἄργους
  8. ἀοιδάς, εὐδαιμονίας,
  9. ἐπύργωσε καὶ γαμέτα
  10. χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.
  11. πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶν
  12. οἴκων ἐκβακχευσαμένα,
  13. πυρᾶς φῶς τάφον τε
  14. βατεύσουσα τὸν αὐτόν,
  15. ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθον
  16. βίοτον αἰῶνός τε πόνους·