The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. γηράσκω δυστανοτάτως,
  2. οὔτʼ ἐν φθιμένοις
  3. οὔτʼ ἐν ζωοῖσιν ἀριθμουμένη,
  4. χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν.
Χορός
  1. — ὑπολελειμμένα μοι δάκρυα·
  2. μέλεα παιδὸς ἐν οἴκοις
  3. κεῖται μνήματα, πένθιμοι
  4. κουραὶ καὶ στέφανοι κόμας,
  5. λοιβαί τε νεκύων φθιμένων,
  6. ἀοιδαί θʼ ἃς χρυσοκόμας
  7. Ἀπόλλων οὐκ ἐνδέχεται·
  8. γόοισι δʼ ὀρθρευομένα
  9. δάκρυσι νοτερὸν ἀεὶ πέπλων
  10. πρὸς στέρνῳ πτύχα τέγξω.
Χορός
  1. — καὶ μὴν θαλάμας τάσδʼ ἐσορῶ δὴ
  2. Καπανέως ἤδη τύμβον θʼ ἱερὸν
  3. μελάθρων τʼ ἐκτὸς
  4. Θησέως ἀναθήματα νεκροῖς,
  5. κλεινήν τʼ ἄλοχον τοῦ καπφθιμένου
  6. τοῦδε κεραυνῷ πέλας Εὐάδνην,