The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἥδιστος γάρ τοι θάνατος
- συνθνῄσκειν θνῄσκουσι φίλοις,
- εἰ δαίμων τάδε κραίνοι.
- καὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλας
- πυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸς
- πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.
- ὁρῶ δὴ τελευτάν,
- ἵνʼ ἕστακα· τύχα δέ μοι
- ξυνάπτοι ποδός· ἀλλὰ τᾶς
- εὐκλεΐας χάριν ἔνθεν ὁρ-
- μάσω τᾶσδʼ ἀπὸ πέτρας πη-
- δήσασα πυρὸς ἔσω,
- σῶμά τʼ αἴθοπι φλογμῷ
- πόσει συμμείξασα, φίλον
- χρῶτα χρωτὶ πέλας θεμένα,
- Φερσεφονείας ἥξω θαλάμους,
- σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾷ
- προδοῦσα ψυχᾷ κατὰ γᾶς.
- ἴτω φῶς γάμοι τε·
- ἴθʼ αἵτινες εὐναὶ