The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ
  2. Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί,
  3. ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν,
  4. τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνους
  5. τίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων
  6. ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων.
  7. σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ
  8. ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.
Χορός
  1. — οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ-
  2. παις, οὐδʼ εὐτυχίας μέτε-
  3. στίν μοι κουροτόκοις ἐν Ἀργείαις·
  4. οὐδʼ Ἄρτεμις λοχία
  5. προσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους.
  6. δυσαίων δʼ ὁ βίος,
  7. πλαγκτὰ δʼ ὡσεί τις νεφέλα
  8. πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.
Χορός
  1. — ἑπτὰ ματέρες ἑπτὰ κού-
  2. ρους ἐγεινάμεθʼ αἱ ταλαί-
  3. πωροι κλεινοτάτους ἐν Ἀργείοις·
  4. καὶ νῦν ἄπαις ἄτεκνος