The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖ
  2. μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί,
  3. χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.
  4. ἔα·
  5. τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων·
  6. μητέρα γεραιὰν βωμίαν ἐφημένην
  7. ξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν
  8. κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων
  9. ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ,
  10. κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά.
  11. τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,
  12. ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον.
Αἴθρα
  1. ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων
  2. τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας