The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις
  2. φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.
Θησεύς
  1. τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;
Αἴθρα
  1. Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.
Θησεύς
  1. οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;
Αἴθρα
  1. οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.
Θησεύς
  1. τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;
Αἴθρα
  1. οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.
Θησεύς
  1. σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.
  2. λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·
  3. πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.
Ἄδραστος
  1. ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
  2. Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.
Θησεύς
  1. τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;