The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. αἱματοῦτε χρῶτά τε φόνιον·
  2. τὰ γὰρ φθιτῶν
  3. τοῖς ὁρῶσι κόσμος.
Χορός
  1. — ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων
  2. πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας
  3. ὑγρὰ ῥέουσα σταγὼν
  4. ἄπαυστος αἰεί· γόων,
  5. τὸ γὰρ θανόντων τέκνων
  6. ἐπιπονόν τι κατὰ γυναῖκας
  7. ἐς γόους πέφυκε πάθος. ἒ ἔ.
  8. θανοῦσα τῶνδʼ
  9. ἀλγέων λαθοίμαν.
Θησεύς
  1. τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον
  2. νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο