The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
- ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος
- παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
- Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς
- παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ
- πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,
- λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει
- οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς
- μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος.
- λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς
- ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις,
- ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ.
- πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας
- ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.
- Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·
- οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδι
- δεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά.
- γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος,
- ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,
- εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·