The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ
- ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.
- ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,
- Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.
- τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·
- αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ
- κακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρία
- διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται
- λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει.
- ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ
- πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.
- ἰὼ τέκνον, δυστυχῆ σʼ
- ἔτρεφον, ἔφερον ὑφʼ ἥπατος
- πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ
- νῦν Ἅιδας τὸν ἐμὸν
- ἔχει μόχθον ἀθλίας,
- ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ
- ἁ τάλαινα παῖδα.
- καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον
- θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς