The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε
  2. καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.
  3. ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
  4. ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων
  5. οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
  6. Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα·
  7. νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,
  8. πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί.
  9. φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων
  10. οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους
  11. δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
  12. τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν
  13. ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις
  14. κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.
  15. ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ·
  16. παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς
  17. Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
  18. ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς
  19. ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν
  20. ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,