The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
- φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν
- τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ
- τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.
- φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε
- καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.
- ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
- ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων
- οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
- Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα·
- νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,
- πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί.
- φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων
- οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους