The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
- τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν
- ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις
- κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.
- ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ·
- παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς
- Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
- ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς
- ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν
- ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,
- πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
- ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος
- παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
- Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς