The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοι
- καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς
- λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς
- σαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός.
- οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδε
- οὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·
- μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶν
- δύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος.
- ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι
- δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι
- φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.
- ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;
- Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,
- ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ