The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σα προσαιτοῦσʼ ἔμολον δε-
  2. ξιπύρους θεῶν θυμέλας·
  3. ἔχομεν δʼ ἔνδικα, καὶ σοί
  4. τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ-
  5. τυχίαν τὰν παρʼ ἐμοὶ
  6. καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω
  7. σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι
  8. νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.
Χορός
  1. — ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων
  2. διάδοχος, ἀχοῦσι προσπόλων χέρες.
  3. ἴτʼ ὦ ξυνῳδοὶ κτύποι,
  4. ἴτʼ ὦ ξυναλγηδόνες,
  5. χορὸν τὸν Ἅιδας σέβει,
  6. διὰ παρῇδος ὄνυχα λευκὸν