The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
- πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.
- ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;
- ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.
- πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;
- τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
- τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;
- Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.
- οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
- ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
- ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
- οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.
- ---
- φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.
- ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
- κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.
- δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.
- τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;
- οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.
- ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ.