The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.
  2. ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς
  3. Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,
  4. φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας
  5. ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς
  6. οὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν,
  7. ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.
Χορός
  1. — τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.
  2. πόλει μὲν εὐδοξία
  3. καὶ στρατηλάταις δορὸς
  4. διπλάζεται τιμά·
  5. ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη
  6. πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,
  7. τὰν ἄελπτον ἁμέραν
  8. ἰδοῦσα, πάντων μέγιστον ἄλγος.
Χορός
  1. — ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ
  2. Χρόνος παλαιὸς πατὴρ
  3. ὤφελʼ ἁμερᾶν κτίσαι.
  4. τί γάρ μʼ ἔδει παίδων;
  5. τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι