The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
  2. ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.
Ἄδραστος
  1. ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
  2. φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
  3. δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.
  4. ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,
  5. αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·
  6. Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,
  7. μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,
  8. κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,
  9. λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
  10. ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο
  11. Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα
  12. τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν,
  13. καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
  14. φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·
  15. πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
  16. φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.
  17. ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
  18. πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.