The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
  2. ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο
  3. Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα
  4. τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν,
  5. καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
  6. φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·
  7. πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
  8. φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.
  9. ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
  10. πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.
Ἄγγελος
  1. ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
  2. πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.
Ἄδραστος
  1. ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;
Ἄγγελος
  1. ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.