The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;
Ἄγγελος
  1. τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
Ἄδραστος
  1. τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;
Ἄγγελος
  1. Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.
Ἄδραστος
  1. οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
Ἄγγελος
  1. ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
Ἄδραστος
  1. ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
Ἄγγελος
  1. οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.
Ἄδραστος
  1. ---
Ἄγγελος
  1. φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.
Ἄδραστος
  1. ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
Ἄγγελος
  1. κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.
Ἄδραστος
  1. δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.
Ἄγγελος
  1. τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;