The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
- ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
- ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.
- νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ
- θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
- ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.
- ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
- φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
- δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.
- ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,
- αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·
- Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,
- μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,
- κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,