The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
- θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.
- αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν
- δεινῆς κορύνης διαφέρων ἐσφενδόνα
- ὁμοῦ τραχήλους κἀπικείμενον κάρα,
- κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.
- μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
- ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμην
- κἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας.
- βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
- νέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασαν
- φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,
- Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν
- μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.
- τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,
- ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
- μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
- ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
- ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.
- νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ