The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ
- πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;
- νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν
- Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ
- χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
- καὶ συμπατάξαντες μέσον πάντα στρατὸν
- ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων
- κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·
- Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
- καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη,
- ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα·
- λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος
- δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας
- τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον
- φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.
- κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·
- οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον,
- ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
- ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα·
- Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ