The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.
  2. κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις,
  3. ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων
  4. τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·
  5. πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,
  6. παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
  7. χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφον
  8. πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.
  9. ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ
  10. ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,
  11. οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,
  12. συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.
  13. λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ
  14. ἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται —
  15. τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω
  16. τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
  17. κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
  18. ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους
  19. ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,
  20. τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων