The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.
- ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·
- τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω
- Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,
- αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
- καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους
- κέρας, παλαιᾶς Κεκροπίας τʼ οἰκήτορας,
- ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα
- αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ
- κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον
- πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.
- Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,
- νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών,
- ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.
- ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι
- τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν.
- κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·
- Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες,
- ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,
- θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον