The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πόλεος, ἐκκομίζομαι
  2. πρὸς πυρὰν ὑβρισθέν.
Ἄγγελος
  1. γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα,
  2. αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ,
  3. ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι
  4. ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα·
  5. νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε
  6. μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις,
  7. ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.
Χορός
  1. ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν
  2. τήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς
  3. σῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα.
Ἄγγελος
  1. σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν
  2. πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχου
  3. στείλας ἐπεστράτευσε Καδμείων πόλιν.
Χορός
  1. πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος
  2. ἔστησεν οἵ τε συμμετασχόντες δορός;
  3. λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.
Ἄγγελος
  1. λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,
  2. ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλας