The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν
  2. πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχου
  3. στείλας ἐπεστράτευσε Καδμείων πόλιν.
Χορός
  1. πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος
  2. ἔστησεν οἵ τε συμμετασχόντες δορός;
  3. λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.
Ἄγγελος
  1. λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,
  2. ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλας
  3. ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.
  4. ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·
  5. τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω
  6. Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,
  7. αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
  8. καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους