The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- — πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής.
- — τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα
- πόλεος, ἐκκομίζομαι
- πρὸς πυρὰν ὑβρισθέν.
- γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα,
- αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ,
- ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι
- ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα·
- νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε
- μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις,
- ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.
- ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν
- τήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς
- σῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα.