The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κέρας, παλαιᾶς Κεκροπίας τʼ οἰκήτορας,
  2. ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα
  3. αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ
  4. κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον
  5. πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.
  6. Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,
  7. νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών,
  8. ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.
  9. ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι
  10. τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν.
  11. κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·
  12. Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες,
  13. ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,
  14. θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον