The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σὰ δὲ σαρκῶν πολιᾶν
- καταδρύμματα χειρῶν· τί γάρ; ἃ
- φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
- προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
- — ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον
- φίλα ποιησαμένα λέ-
- κτρα πόσει σῷ· μετά νυν
- δὸς ἐμοὶ σᾶς διανοίας,
- μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼ
- φθιμένων οὓς ἔτεκον·
- παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν
- τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι
- νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.
- — ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου-