The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- — τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;
- — διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.
- — φόβῳ γὰρ τῷ πάρος διόλλυσαι·
- δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον,
- κακῶν δʼ ἀναψυχὰς θεοὶ
- βροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί.
- — τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν,
- Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —
- — ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.
- — διπόταμον ἵνα πόλιν μόλω.
- — εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.
- — τίς ποτʼ αἶσα, τίς ἄρα πότμος
- ἐπιμένει τὸν ἄλκιμον
- τᾶσδε γᾶς ἄνακτα;
- — κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·
- — ἀλλὰ φόβων πίστις ἅδε πρώτα.
- — ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος
- παιδογόνε πόριος Ἰνάχου.
- — πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής.
- — τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα