The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κακῶν δʼ ἀναψυχὰς θεοὶ
  2. βροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί.
Χορός
  1. — τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν,
  2. Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —
  3. — ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.
  4. — διπόταμον ἵνα πόλιν μόλω.
  5. — εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.
  6. — τίς ποτʼ αἶσα, τίς ἄρα πότμος
  7. ἐπιμένει τὸν ἄλκιμον
  8. τᾶσδε γᾶς ἄνακτα;
Χορός
  1. — κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·
  2. — ἀλλὰ φόβων πίστις ἅδε πρώτα.
  3. — ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος
  4. παιδογόνε πόριος Ἰνάχου.